Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.599 Joseph. BJ 2.603 (English) >>Joseph. BJ 2.609

2.601καὶ παραινούντων φεύγειν τῶν τεσσάρων, οἳ παρέμειναν, οὔτε πρὸς τὴν καθʼ ἑαυτὸν ἐρημίαν οὔτε πρὸς τὸ πλῆθος τῶν ἐφεστώτων καταπλαγεὶς προπηδᾷ, περιρρηξάμενος μὲν τὴν ἐσθῆτα, καταπασάμενος δὲ τῆς κεφαλῆς κόνιν, ἀποστρέψας δὲ ὀπίσω τὰς χεῖρας καὶ τὸ ἴδιον ξίφος ἐπιδήσας τῷ τένοντι. 2.602πρὸς ταῦτα τῶν μὲν οἰκείως ἐχόντων, καὶ μάλιστα τῶν Ταριχεατῶν, οἶκτος ἦν, οἱ δʼ ἀπὸ τῆς χώρας καὶ τῶν πλησίον ὅσοις ἐδόκει φορτικὸς ἐβλασφήμουν, προφέρειν τε τὰ κοινὰ χρήματα θᾶττον ἐκέλευον καὶ τὰς προδοτικὰς συνθήκας ἐξομολογεῖσθαι· 2.603προειλήφεσαν γὰρ ἐκ τοῦ σχήματος οὐδὲν αὐτὸν ἀρνήσεσθαι τῶν ὑπονοηθέντων, ἀλλʼ ἐπὶ συγγνώμης πορισμῷ πάντα πεποιηκέναι τὰ πρὸς τὸν ἔλεον. 2.604τῷ δʼ ἦν ταπείνωσις προπαρασκευὴ στρατηγήματος, καὶ τεχνιτεύων τοὺς ἀγανακτοῦντας κατʼ αὐτοῦ κατʼ ἀλλήλων στασιάσαι, ἐφʼ οἷς ὠργίζοντο πάνθʼ ὁμολογήσων, 2.605ἔπειτα δοθὲν αὐτῷ λέγειν, “ἐγὼ ταῦτα, ἔφη, τὰ χρήματα οὔτε ἀναπέμπειν Ἀγρίππᾳ προῃρούμην οὔτε κερδαίνειν αὐτός· μὴ γὰρ ἡγησαίμην ποτὲ φίλον τὸν ὑμῖν διάφορον κέρδος τὸ φέρον τῷ κοινῷ βλάβην. 2.606ὁρῶν δέ, Ταριχεᾶται, μάλιστα τὴν ὑμετέραν πόλιν ἀσφαλείας δεομένην καὶ πρὸς κατασκευὴν τείχους χρῄζουσαν ἀργυρίου, δεδοικὼς δὲ τὸν Τιβεριέων δῆμον καὶ τὰς ἄλλας πόλεις

-- --

ἐφεδρευούσας τοῖς ἡρπαγμένοις, κατασχεῖν ἡσυχῆ τὰ χρήματα προειλόμην, ἵνα ὑμῖν περιβάλωμαι τεῖχος.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.599 Joseph. BJ 2.603 (English) >>Joseph. BJ 2.609

Powered by PhiloLogic